Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.52.1 | Hdt. 8.53.2 (English) | >>Hdt. 8.55.1 |
8.53.1
χρόνῳ δʼ ἐκ τῶν ἀπόρων ἐφάνη δή τις ἔξοδος τοῖσι βαρβάροισι · ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι . ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος , ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου , τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτʼ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων , ταύτῃ ἀνέβησάν τινες κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου , καίτοι περ ἀποκρήμνου ἐόντος τοῦ χώρου .
8.53.2 ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν , οἱ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο , οἱ δὲ ἐς τὸ μέγαρον κατέφευγον . τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας , ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον · ἐπεὶ δέ σφι πάντες κατέστρωντο , τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν .
ch. 54
8.54.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.52.1 | Hdt. 8.53.2 (English) | >>Hdt. 8.55.1 |